Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 8.141.2 | Hdt. 8.142.3 (English) | >>Hdt. 8.143.2 |
8.142.1
ὡς δὲ ἐπαύσατο λέγων Ἀλέξανδρος , διαδεξάμενοι ἔλεγον οἱ ἀπὸ Σπάρτης ἄγγελοι · “ἡμέας δὲ ἔπεμψαν Λακεδαιμόνιοι δεησομένους ὑμέων μήτε νεώτερον ποιέειν μηδὲν κατὰ τὴν Ἑλλάδα μήτε λόγους ἐνδέκεσθαι παρὰ τοῦ βαρβάρου .
8.142.2 οὔτε γὰρ δίκαιον οὐδαμῶς οὔτε κόσμον φέρον οὔτε γε ἄλλοισι Ἑλλήνων οὐδαμοῖσι , ὑμῖν δὲ δὴ καὶ διὰ πάντων ἥκιστα πολλῶν εἵνεκα . ἠγείρατε γὰρ τόνδε τὸν πόλεμον ὑμεῖς οὐδὲν ἡμέων βουλομένων , καὶ περὶ τῆς ὑμετέρης ἀρχῆθεν ὁ ἀγὼν ἐγένετο , νῦν δὲ φέρει καὶ ἐς πᾶσαν τὴν Ἑλλάδα ·
8.142.3 ἄλλως τε τούτων ἁπάντων αἰτίους γενέσθαι δουλοσύνης τοῖσι Ἕλλησι Ἀθηναίους οὐδαμῶς ἀνασχετόν , οἵτινες αἰεὶ καὶ τὸ πάλαι φαίνεσθε πολλοὺς ἐλευθερώσαντες ἀνθρώπων . πιεζευμένοισι μέντοι ὑμῖν συναχθόμεθα , καὶ ὅτι καρπῶν ἐστερήθητε διξῶν ἤδη καὶ ὅτι οἰκοφθόρησθε χρόνον ἤδη πολλόν .
8.142.4 ἀντὶ τούτων δὲ ὑμῖν Λακεδαιμόνιοί τε καὶ οἱ σύμμαχοι ἐπαγγέλλονται γυναῖκάς τε καὶ τὰ ἐς πόλεμον ἄχρηστα οἰκετέων ἐχόμενα πάντα ἐπιθρέψειν , ἔστʼ ἂν ὁ πόλεμος ὅδε συνεστήκῃ . μηδὲ ὑμέας Ἀλέξανδρος ὁ Μακεδὼν ἀναγνώσῃ , λεήνας τὸν Μαρδονίου λόγον .
8.142.5 τούτῳ μὲν γὰρ ταῦτα ποιητέα ἐστί · τύραννος γὰρ ἐὼν τυράννῳ συγκατεργάζεται · ὑμῖν δὲ οὐ ποιητέα , εἴ περ εὖ τυγχάνετε φρονέοντες , ἐπισταμένοισι ὡς βαρβάροισι ἐστὶ οὔτε πιστὸν οὔτε ἀληθὲς οὐδέν .” ταῦτα ἔλεξαν οἱ ἄγγελοι .
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 8.141.2 | Hdt. 8.142.3 (English) | >>Hdt. 8.143.2 |